Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 13.25 Dem. 13.27 (English) >>Dem. 13.30

13.26σκέψασθε δʼ τις κεφάλαιʼ ἂν ἔχοι τῶν πραγμάτων εἰπεῖν τῶν τʼ ἐκείνοις πεπραγμένων καὶ τῶν ὑμῖν, ἂν ἄρʼ ὑμῶν αὐτῶν ἀλλʼ ἐκ τούτων γε δύνησθε γενέσθαι. πέντε μὲν καὶ τετταράκοντʼ ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων ἐκεῖνοι, πλείω δʼ μύρια τάλαντʼ εἰς τὴν ἀκρόπολιν ἀνήγαγον, πολλὰ δὲ καὶ καλὰ καὶ πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαια, ἐφʼ οἷς ἔτι καὶ νῦν ἡμεῖς φιλοτιμούμεθα. καίτοι νομίζετʼ αὐτοὺς ταῦτα στῆσαι, οὐχ ἵνα θαυμάζωμεν ἡμεῖς θεωροῦντες αὐτά, ἀλλʼ ἵνα καὶ μιμώμεθα τὰς τῶν ἀναθέντων ἀρετάς. 13.27ἐκεῖνοι μὲν δὴ ταῦτα· ἡμεῖς δʼ, ὅσης ἅπαντες ὁρᾶτʼ ἐρημίας ἐπειλημμένοι, σκέψασθʼ εἰ παραπλήσια. οὐ πλείω μὲν χίλια καὶ πεντακόσια τάλαντʼ ἀνήλωται μάτην εἰς τοὺς τῶν Ἑλλήνων ἀπόρους, ἐξανήλωνται δʼ οἵ τʼ ἴδιοι πάντες οἶκοι καὶ τὰ κοινὰ τῇ πόλει καὶ τὰ παρὰ τῶν συμμάχων, οὓς δʼ ἐν τῷ πολέμῳ συμμάχους ἐκτησάμεθα, οὗτοι νῦν ἐν τῇ εἰρήνῃ ἀπολώλασιν; 13.28ἀλλὰ νὴ Δία ταῦτα μόνον τότʼ εἶχε βέλτιον νῦν, τὰ δʼ ἄλλα χεῖρον. πολλοῦ γε καὶ δεῖ, ἀλλʼ τι βούλεσθʼ ἐξετάσωμεν. οἰκοδομήματα μέν γε καὶ κόσμον τῆς πόλεως, ἱερῶν καὶ λιμένων καὶ τῶν ἀκολούθων τούτοις, τοιοῦτον καὶ τοσοῦτον κατέλιπον ἐκεῖνοι ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι, προπύλαια ταῦτα, νεώσοικοι, στοαί, τἄλλα, οἷς ἐκεῖνοι κοσμήσαντες τὴν πόλιν ἡμῖν παρέδωκαν·


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 13.25 Dem. 13.27 (English) >>Dem. 13.30

Powered by PhiloLogic